Αγία Ματρώνα η Χιοπολίτις

Αγία Ματρώνα η Χιοπολίτις

Παρασκευή 3 Φεβρουαρίου 2012

Υμνολογικό Απάνθισμα

ΑΠΟΛΥΤΙΚΙΑ


Ἦχος γ’. Τὴν ὡραιότητα.
Χρίστου τοις ίχνεσιν, άκολουθήσασα, κόσμου τερπνότητα, Όσία έλιπε, και έμιμήσω εν
σαρκί, Αγγέλων την πολιτείαν όθεν ταις του Πνεύματος, δωρεαίς κατεφαίδρυνας, την
ένεγκαμένην σε, νήσον Χίον πανεύφημε· διό χαρμονικώς έκβοά σοι χαίροις Ματρώνα
πανολβία.


... Aκούστε το εδώ: http://www.pigizois.net/sinaxaristis/10/20_10.htm

Ἦχος πλ. δ’
Ἐν σοί Μῆτερ ἀκριβῶς διεσώθη τό κατ᾽ εἰκόνα· λαβοῦσα γάρ τόν σταυρόν,
ἠκολούθησας τῷ Χριστῷ, καί πράττουσα ἐδίδασκες, ὑπερορᾷν μέν σαρκός, παρέρχεται
γάρ· ἐπιμελεῖσθαι δέ ψυχῆς, πράγματος ἀθανάτoυ· διό καί μετά Ἀγγέλων συναγάλλεται,
Ὁσία Ματρῶνα τό πνεῦμά σου (Χιακόν Λειμωνάριον)



ΚΟΝΤΑΚΙΟΝ
Οὐδαμῶς τὸ θῆλύ σοι, ἐμποδὼν ὤφθη Ματρῶνα, πρὸς τοὺς ὑπὲρ ἄνθρωπον, ἀγῶνας
ὄντως καὶ ἄθλους· ᾔσχυνας, διὸ τὸν μέγαν νοῦν θεοφόρε· εὔφρανας, τὸ γυναικεῖον
μεγάλως γένος, τὸ ἐκείνου ταῖς σαῖς νίκαις, προσαφελοῦσα τῆς ἥττης ὄνειδος.


ΜΕΓΑΛΥΝΑΡΙΑ
Ἔβλυσας ἱδρῶτας ἀσκητικούς, ἐν τῇ Χίῳ Μῆτερ, ὡς καλλίκρουνός τις πηγή, ἐξ ὧν
ἀπαντλοῦντες, Ματρῶνα μακαρία, παθῶν τῶν ψυχοφθόρων, ἐκκαθαιρόμεθα.


Έχοντες Εικόνα σου την σεπτήν, ένδοξε Ματρώνα, ως προπύργιον οχυρόν
προσφεύγομεν ταύτη, εν πάσι τοις κινδύνοις, και εκ παντοίας βλάβης, απολυτρούμεθα.


Χαίροις ὦ Ματρῶνα Νύμφη Χριστοῦ, χαίροις τῶν παρθένων τῶν φρονίμων ἡ εὐκλεής,
προσθήκη Ὁσία, ἡ ἐν φαιδρᾷ λαμπάδι Χριστῷ προσυπαντήσασα τῷ Νυμφίῳ σου.


Χαίροις ὁ τῆς Χίου θεῖος βλαστός· χαίροις τυφλωττόντων βακτηρία καὶ ἰατρός· χαίροις ἡ
τὴν νῆσον τῆς Χίου ῥυσαμένη, τῶν ἀντιμαχομένων Ματρῶνα ἔνδοξε.


ΑΓΙΑ ΜΑΤΡΩΝΑ - ST. MATRONA

http://www.eikonografos.com/album/displayimage.php?pos=-671


ΤΗ Κ´ ΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ ΤΗΣ ΟΣΙΑΣ ΜΑΤΡΩΝΗΣ ΤΗΣ ΧΙΟΠΟΛΙΤΙΔΟΣ ΑΚΟΛΟΥΘΙΑ